Wednesday, 11 February 2015

A book-by-book summary of the Iliad



Anth. IX 385 (Stephanus Gramm.): 
Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων,      
Β
ῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ.
Γάμμα δ’
ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.
Δέλτα θε
ῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.
Ε
ἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·   
Ζ
ῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ’ ὀαριστύς.
Ἦτ’, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.
Θ
ῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος·
ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.
Κάππα δ’
ἄρ’, ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες.       
Λάμβδα δ’, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.
Μ
ῦ, Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.
Ν
ῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.
Ξ
ῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ’ ἤπαφεν Ἥρη.
Ο
ὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.                   
Π
ῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.
Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.
Σ
ῖγμα, Θέτις Ἀχιλῆι παρ’ Ἡφαίστου φέρεν ὅπλα·
Τα
ῦ δ’, ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.
Υ
̓̃, μακάρων ἔρις ὦρτο, φέρει δ’ ἐπὶ κάρτος Ἀχαιοῖς.        
Φ
ῖ, κρατερῶς κατὰ χεύματ’ ἐδάμνατο Τρῶας Ἀχιλλεύς.
Χ
ῖ δ’ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ’ Ἀχιλλεύς.
Ψ
ῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.
Ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς.

No comments: