Anth. IX 385 (Stephanus Gramm.):
Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ,
ἔχθος ἀνάκτων,
Βῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ.
Γάμμα δ’ ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.
Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.
Εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·
Ζῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ’ ὀαριστύς.
Ἦτ’, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.
Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος·
ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.
Κάππα δ’ ἄρ’, ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες.
Λάμβδα δ’, ἀριστῆας
Δαναῶν βάλον Ἕκτορος ἄνδρες.Βῆτα δ’ ὄνειρον ἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ.
Γάμμα δ’ ἄρ’ ἀμφ’ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.
Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.
Εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·
Ζῆτα δ’ ἄρ’ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ’ ὀαριστύς.
Ἦτ’, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.
Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος·
ἐξεσίη δ’ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα.
Κάππα δ’ ἄρ’, ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες.
Μῦ, Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.
Νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.
Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τ’ ἤπαφεν Ἥρη.
Οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.
Πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.
Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.
Σῖγμα, Θέτις Ἀχιλῆι παρ’ Ἡφαίστου φέρεν ὅπλα·
Ταῦ δ’, ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.
Υ̓̃, μακάρων ἔρις ὦρτο, φέρει δ’ ἐπὶ κάρτος Ἀχαιοῖς.
Φῖ, κρατερῶς κατὰ χεύματ’ ἐδάμνατο Τρῶας Ἀχιλλεύς.
Χῖ δ’ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ’ Ἀχιλλεύς.
Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.
Ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς.
No comments:
Post a Comment