S. Hornblower discussed the following passage in ZPE 191 (2014) 82-83 with reference to LGPN data. The other second-century holder of the name at more or less the same time occurs in two inscriptions: I.Orop 330.19 and 331.13.
Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως “ἐμοῦ δὲ ταῦτ’ εἰπόντος” καὶ πάλιν “ἡμῶν δὲ συγκαταθεμένων.” ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν “ἐμοῦ” καὶ “δι’ ἐμέ” παρ’ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφ’ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς, ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δ’ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι τὸ προκείμενον. γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθ’ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι.
Tuesday, 14 October 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment