Wednesday, 7 September 2011

Trilingualism

Meleager, Anth. 7.419 [= GP IV, 4000 ff., OCT IV, 4044 ff., Penguin no. 289 (Peter Whigham)]

Ἀτρέμας, ὦ ξένε, βαῖνε· παρ’ εὐσεβέσιν γὰρ ὁ πρέσβυς
ε
ὕδει κοιμηθεὶς ὕπνον ὀφειλόμενον,
Ε
ὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα
καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν·
ὃ
ν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ’ ἱερὰ χθών·
Κῶς δ’ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.
ἀλλ’ εἰ μὲν Σύρος ἐσσί, „Σαλάμ“, εἰ δ’ οὖν σύ γε Φοῖνιξ,
„Α
ὐδονίς“, εἰ δ’ Ἕλλην, „Χαῖρε“, τὸ δ’ αὐτὸ φράσον.

No comments: