Monday, 28 July 2014

Some scraps from grammarians

Etymologicum Magnum (Kallierges page 259):
Δεύνυσος: Ὁ Διόνυσος. Ἀνακρέων,   
  Πολλὰ δ’ ἐρίβρομον  
  Δεύνυσον.   
Τοῦ ι τραπέντος εἰς ε, γίνεται Δεόνυσος· (οὕτω γὰρ Σάμιοι προφέρουσι·) καὶ συναιρέσει Δεύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. Ἔνιοι δέ φασιν, ὅτι ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ δὲ τὴν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεὺς λέγεται.

Apollonius Dyscolus, de Syntaxi §§ 137-138 (Schneider 205, Uhlig 2.2.387):
Ὀφειλόμενόν ἐστι καὶ τῇ συντάξει τῶν ἐπιζευκτικῶν ἐπιστῆσαι, τί δή ποτε τὰ τέλη παρῃτήσαντο τῶν παρῳχημένων φωνῶν· οὐ γὰρ ἐφικτὴ ἡ σύνταξις τοῦ ἐὰν ἔλεγον, ἐὰν πέποιθα καὶ τῶν παραπλησίων, καίτοι τῶν παραθέσεων, ὡς ἔφαμεν, οὐ μεταποιουσῶν τὰ τέλη
τῶν οἷς παράκεινται. 
—138. Φαίνεται δ’ ὅτι τῆς τοιαύτης ἀκαταλληλίας ἐστὶν αἴτιον τὸ μάχεσθαι τοὺς παρῳχημένους χρόνους τῇ ἐκ τῶν συνδέσμων δυνάμει. δισταγμὸν γὰρ τῶν ὡς ἐσομένων πραγμάτων παριστῶσιν, καὶ ἔτι τῶν ὡς τελεσθησομένων, οὓς καὶ ἀποτελεστικοὺς συνέβη καλεῖσθαι· πόθεν οὖν τὸ γεγονὸς τῷ [μὴ] ἐσομένῳ συνοισθήσεται; 

And in case you have ever wondered how a παίς differs from a παιδάριον,... 
De adfinium vocabulorum differentia (= Περὶ ὁμοίων καὶ διαφόρων λέξεων) (fort. epitome operis sub auctore Herennio Philone) 117:

γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει,
Ἀλεξίων (fr. 1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου (p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν †ἀρίστωνος† Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δ’ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δ’ ἀντίπαιδα, οἱ δὲ μελλ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώςὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.’

No comments: