Aeschylus
ἀλλ’ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν’ ἐπαίροιμ’ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
ἀλλ’ οὐ μὰ Δί’ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδ’ οἶδ’ οὐδεὶς ἥντιν’ ἐρῶσαν πώποτ’ ἐποίησα γυναῖκα.
Euripides
μὰ Δί’, οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.
Aeschylus
μηδέ γ’ ἐπείη·
ἀλλ’ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ’πικαθῆτο,
ὥστε γε καὐτὸν σὲ κατ’ οὖν ἔβαλεν.
Dionysus
νὴ τὸν Δία τοῦτό γέ τοι δή.
ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Euripides
καὶ τί βλάπτουσ’, ὦ σχέτλι’ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
Aeschylus
ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
1 comment:
Thanks! This is rather interesting.
Post a Comment